Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.76 Dem. 25.80 (English) >>Dem. 25.83

25.78ἀλλʼ τᾶν, εἰς τὰς λῃτουργίας ἀποχωρήσεται. τὰς πότʼ ποῦ γεγονυίας; τὰς τοῦ πατρός; ἀλλʼ οὐκ εἰσίν. ἀλλὰ τὰς ἑαυτοῦ; φάσεις, ἀπαγωγάς, ἐνδείξεις, οὐχὶ λῃτουργίας εὑρήσετε. ἀλλὰ νὴ Δία καὶ χωρὶς τούτων συγγενεῖς πολλοὶ καὶ καλοὶ κἀγαθοὶ παραστάντες αὐτὸν ἐξαιτήσονται. ἀλλʼ οὔτʼ εἰσὶν οὔτʼ ἐγένοντο πώποτε· πῶς γὰρ τῷ γε μηδʼ ἐλευθέρῳ; 25.79πλὴν ἔστι νὴ Δία, ἔστιν ἀδελφός τις οὗτος αὐτῷ, παρὼν καὶ τὴν καλὴν δίκην αὐτῷ λαχών. περὶ οὗ τὰ μὲν ἄλλα τί δεῖ λέγειν; ἀδελφὸς δʼ ἐστὶ τούτου ὁμομήτριος καὶ ὁμοπάτριος καὶ πρὸς τοῖς ἄλλοις κακοῖς δίδυμος. οὑτοσίτὰ μὲν ἄλλα σιωπῶ, ἀλλʼ ἐφʼ οἷς ὑμεῖς τὴν μιαρὰν Θεωρίδα, τὴν Λημνίαν, τὴν φαρμακίδα, καὶ αὐτὴν καὶ τὸ γένος ἅπαν ἀπεκτείνατε, 25.80ταῦτα λαβὼν τὰ φάρμακα καὶ τὰς ἐπῳδὰς παρὰ τῆς θεραπαίνης αὐτῆς, κατʼ ἐκείνης τότʼ ἐμήνυσεν, ἐξ ἧσπερ βάσκανος οὗτος πεπαιδοποίηται, μαγγανεύει καὶ φενακίζει καὶ τοὺς ἐπιλήπτους φησὶν ἰᾶσθαι, αὐτὸς ὢν ἐπίληπτος πάσῃ πονηρίᾳ. οὗτος οὖν αὐτὸν ἐξαιρήσεται, φαρμακός, λοιμός, ὃν οἰωνίσαιτʼ ἄν τις μᾶλλον ἰδὼν προσειπεῖν βούλοιτο, ὃς αὐτὸς αὑτῷ θανάτου τετίμηκεν ὅτε τοιαύτην δίκην ἔλαχεν.

25.81τί οὖν λοιπόν, ἄνδρες Ἀθηναῖοι; κοινὰ νὴ Δία πᾶσιν ὑπάρχει τοῖς ἀγωνιζομένοις παρὰ τῆς τῶν ἄλλων ὑμῶν φύσεως, καὶ οὐδεὶς αὐτὸς ἑαυτῷ ταῦτα φέρει τῶν κρινομένων, ἀλλʼ ὑμῶν ἕκαστος ἔχων οἴκοθεν ἔρχεται, ἔλεον, συγγνώμην, φιλανθρωπίαν. ἀλλὰ τούτων γʼ οὔθʼ ὅσιον οὔτε θέμις τῷ μιαρῷ τούτῳ μεταδοῦναι. διὰ τί; ὅτι ὃν ἂν αὐτὸς ἕκαστος νόμον τῇ φύσει κατὰ πάντων ἔχῃ, τούτου τυγχάνειν παρʼ ἑκάστου δίκαιός ἐστι καὶ αὐτός.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.76 Dem. 25.80 (English) >>Dem. 25.83

Powered by PhiloLogic